οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκων ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάτας αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας. Λάκων αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε τίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας. Κομάτας οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. Λάκων βωστρέωμες. Κομάτας τὺ κάλει νιν. Λάκων ἴθʼ ὦ ξένε μικκὸν ἄκουσον τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων