…… ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. Κομάτας οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκων ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάτας αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.