ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. Λάκων καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. …… ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. Κομάτας οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκων ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,