ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. Λάκων καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. …… ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. Κομάτας οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι·