καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν; Κομάτας ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι ὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε. Λάκων μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.