ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. Λάκων καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;