οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον. πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα· καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει, ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν. φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει· καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει, καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται. τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν. εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε, κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι ἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι. ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι, ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισα ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας. σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα. ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω. καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,