αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.