βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. Κομάτας οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. Λάκων αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν. ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲν ἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς. Κομάτας ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. Λάκων καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;