Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. Λάκων ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. Κομάτας ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. Λάκων ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. Κομάτας οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. Λάκων ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν. Κομάτας οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής. Μόρσων παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. Κομάτας πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον. πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα· καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει, ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν. φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει· καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει, καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται. τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν. εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε, κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι ἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι. ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι, ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισα ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας. σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα. ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω. καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα, καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα, ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε. ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει. τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε, χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν. αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας, ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ. νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο. θαλύσια Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας· τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει. τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω. ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας, τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. Λυκίδας ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο. κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδας Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας. ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας. ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι; φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων. τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ· ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων. Μενάλκας χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; Δάφνις χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. Μενάλκας καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη; Δάφνις μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. Μενάλκας οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. Δάφνις ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; Μενάλκας σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. Δάφνις ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον. λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. Μενάλκας ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; Δάφνις τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι. χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν. πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν. βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος. Μενάλκας Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας πήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. Δάφνις παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκας ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. Δάφνις μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. Μενάλκας Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω