ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. Κομάτας οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. Λάκων αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.