σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. Κομάτας ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; Λάκων τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι. Κομάτας ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. Λάκων κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις. ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Κομάτας Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι