οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. Κομάτας μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. Λάκων καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. Κομάτας ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; Λάκων τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι. Κομάτας ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. Λάκων κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις. ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Κομάτας Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. Λάκων ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. Κομάτας ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. Λάκων ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. Κομάτας οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. Λάκων ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν. Κομάτας οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής. Μόρσων παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. Κομάτας πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον. πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·