τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος. Κομάτας ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. Λάκων χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει, ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. Κομάτας ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι. Λάκων τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω· οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. Κομάτας μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. Λάκων καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. Κομάτας ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;