εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις. Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; Κομάτας τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; Λάκων τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. Κομάτας τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. Κομάτας οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. Λάκων αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν. ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲν ἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς. Κομάτας ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. Λάκων καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν; Κομάτας ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι ὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε. Λάκων μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι. Κομάτας ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. Λάκων καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. ……