οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττος κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδων κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.