εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδων ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. Βάττος εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις. Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;