εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. Βάττος εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδων ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. Βάττος εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις. Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; Κομάτας τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; Λάκων τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. Κομάτας τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας