θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο· ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις; Κορύδων ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. Βάττος ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. Κορύδων εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. Βάττος εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδων ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν