εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει. εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα. Βάττος θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο· ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις; Κορύδων ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. Βάττος ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. Κορύδων εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.