ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;