ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. Κορύδων θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.