ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδων ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττος κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδων κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. Βάττος πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.