χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος— καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.