καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος—