οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττος ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδων ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττος κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδων κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. Βάττος πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. Κορύδων ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι. Βάττος δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον. Κορύδων ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. Βάττος τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ; Κορύδων οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,