ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. Βάττος λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι τᾷ Ἡρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος. Κορύδων καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος— καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας