αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα. ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο, εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών . πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν· τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;