μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι, τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία· ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων