εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα. καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον, σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.