παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω. ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν. ὁ δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.