πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι ξέννον τῶν χαλεπῶν παιδὸς ἐράν νω παράπαν πόθων τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς, χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων μένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια, παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.