λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας; ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ. πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι ξέννον τῶν χαλεπῶν παιδὸς ἐράν νω παράπαν πόθων τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς, χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων μένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια,