ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο. νομεῖς Βάττος καὶ Κορύδων Βάττος εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα; Κορύδων οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττος ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδων ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;