ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο. νομεῖς Βάττος καὶ Κορύδων Βάττος εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα; Κορύδων οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττος ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;