τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ. Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς; ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.