τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι; ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα, ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι. Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω, κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.