μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα. τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης. τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι; ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα, ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι. Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω, κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται. ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο. νομεῖς Βάττος καὶ Κορύδων Βάττος εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα; Κορύδων οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττος ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδων ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττος κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδων κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. Βάττος πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. Κορύδων ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι. Βάττος δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον. Κορύδων ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. Βάττος τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ; Κορύδων οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. Βάττος λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι τᾷ Ἡρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος. Κορύδων καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος— καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν. Βάττος ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. Κορύδων θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον. ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες. χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει. Βάττος θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ ὁ λέπαργος. Κορύδων σίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις; ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν, εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει. εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα. Βάττος θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο· ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις; Κορύδων ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. Βάττος ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. Κορύδων εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. Βάττος εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδων ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. Βάττος εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις. Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; Κομάτας τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; Λάκων τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. Κομάτας τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας