Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα. τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,