τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ. Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς, καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν. Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα