εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις, ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ. Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς, καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν. Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα. τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης. τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι; ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα, ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.