ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη. εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις, ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ. Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,