τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα, ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη. εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,