τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,