ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—