βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει. Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας, καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ. Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς; ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς. ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.