θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ. νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ, ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει. ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,