νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις προμόλοιμί κε παυσάμενος χαλέπω πόθω. Παιδικά Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος· τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,