κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ. πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων; ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,