οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης; νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις